TLG 4397 001 :: MYRONIANUS :: Fragmenta MYRONIANUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 454–455. frr. 1–6 Citation: Fragment — (line) | ||
t1-6 | ΟΜΟΙΩΝ ΙΣΤΟΡΙΚΩΝ ΚΕΦΑΛΑΙΑ. | |
1 | Diogen. L. I, 114, de Epimenide: Μυρωνιανὸς δ’ ἐν Ὁμοίοις φησὶν, ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες. | |
2 | Idem III, 40, de Platone: Μυρωνιανὸς δ’ ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτή‐ σαντος. | |
3 | Idem IV, 8, de Xenocrate: Καὶ δὴ καὶ αὐταρκέ‐ στατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν, τὸ | |
λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας | 454 | |
5 | τρέφοντι. Ἀλλὰ καὶ ὑπ’ Ἀντιπάτρου πεμφθὲν μὴ προσ‐ έσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. Καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπ’ ἄθλῳ πολυποσίας τοῖς Χοῦσι παρὰ Διονυσίῳ, ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρ‐ μῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. | |
---|---|---|
4(t) | E LIBRO PRIMO. | |
1 | Idem IV, 14: Ἀθηναῖοι δ’ ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. Καὶ αὐτὸν ὠνεῖται Δημήτριος ὁ Φαληρεὺς, καὶ ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθε‐ | |
5 | ρίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. Τοῦτό φησι Μυρωνια‐ νὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν ὁμοίων κεφαλαίων. | |
5(t) | EX EODEM LIBRO. | |
1 | Idem V, 36, de Theophrasto: Φέρεται δ’ αὐτοῦ καὶ δοῦλος φιλόσοφος, ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. | |
6 | Idem X, 3, de Epicuro: Συνεφιλοσόφουν δ’ αὐτῷ προτρεψαμένῳ καὶ οἱ ἀδελφοὶ τρεῖς ὄντες, Νεοκλῆς, Χαιρέδημος, Ἀριστόβουλος, καθά φησι Φιλόδημος ὁ Ἐπικούρειος ἐν τῷ δεκάτῳ τῆς τῶν φιλοσόφων συν‐ | |
5 | τάξεως· ἀλλὰ καὶ δοῦλος Μῦς ὄνομα, καθά φησι Μυ‐ | |
ρωνιανὸς ἐν Ὁμοίοις ἱστορικοῖς κεφαλαίοις. | 455 |